Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.314 Joseph. AJ 13.319 (English) >>Joseph. AJ 13.324

13.317καὶ μέχρι τίνος, σῶμα ἀναιδέστατον, ψυχὴν ὀφειλομένην ἀδελφοῦ καὶ μητρὸς καθέξεις δαίμοσιν; τί δʼ οὐκ ἀθρόαν αὐτὴν ταύτην ἀποδίδως, κατὰ μέρος 13.318δʼ ἐπισπένδω τοὐμὸν αἷμα τοῖς μιαιφονηθεῖσιν;” ταῦτʼ εἰπὼν ἐπαποθνήσκει τοῖς λόγοις βασιλεύσας ἐνιαυτόν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δʼ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίους καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος ἀναγκάσας τε τοὺς ἐνοικοῦντας, εἰ βούλονται μένειν ἐν τῇ χώρᾳ, περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. 13.319φύσει δʼ ἐπιεικεῖ κέχρητο καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τούτῳ καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· “ἐπιεικής τε ἐγένετο οὗτος ἀνὴρ καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ.” 13.320

Τελευτήσαντος δὲ Ἀριστοβούλου Σαλίνα γυνὴ αὐτοῦ, λεγομένη δὲ ὑπὸ Ἑλλήνων Ἀλεξάνδρα, λύσασα τοὺς ἀδελφοὺς αὐτοῦ, δεδεμένους γὰρ αὐτοὺς εἶχεν Ἀριστόβουλος, ὡς προειρήκαμεν, Ἰαναῖον τὸν καὶ Ἀλέξανδρον βασιλέα καθίστησιν τὸν καὶ καθʼ ἡλικίαν προύχοντα καὶ μετριότητα, 13.321 καὶ συνέβη γεννηθέντι εὐθὺς μισηθῆναι ὑπὸ τοῦ πατρὸς καὶ μέχρι τῆς τελευτῆς αὐτοῦ μηκέτι εἰς ὄψιν ἀφικέσθαι. τὸ δʼ αἴτιον τοῦ μίσους τοιόνδε λέγεται γενέσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.314 Joseph. AJ 13.319 (English) >>Joseph. AJ 13.324

Powered by PhiloLogic